Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.34 Dem. 30.37 (English) >>Dem. 30.39

30.36οὗτος δʼ ἐμοῦ προκαλεσαμένου ταῦτα, καὶ πάντων τῶν παρόντων δίκαια λέγειν μʼ ἀποφηναμένων, οὐκ ἠθέλησεν εἰς τοῦτο τἀκριβὲς καταφυγεῖν, ἀλλʼ ὥσπερ ἑτέρων τινῶν ὄντων περὶ τῶν τοιούτων σαφεστέρων ἐλέγχων βασάνων καὶ μαρτυριῶν, οὔτε μάρτυρας παρεχόμενος τὴν προῖχʼ ὡς ἀπέδωκεν, οὔτʼ εἰς βάσανον ἐκδιδοὺς τὰς συνειδυίας περὶ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφήν, ὅτι ταῦτʼ ἠξίουν, ὑβριστικῶς πάνυ καὶ προπηλακιστικῶς οὐκ εἴα μʼ αὑτῷ διαλέγεσθαι. τούτου γένοιτʼ ἄν τις σχετλιώτερος ἄνθρωπος, μᾶλλον ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος; λαβὲ δʼ αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι.Πρόκλησις

30.37ὑμεῖς τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβεστάτην πασῶν <πίστεων> νομίζετε, καὶ ὅπου ἂν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται, δέῃ δʼ εὑρεθῆναι τὸ ζητούμενον, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε τὴν ἀλήθειαν εὑρεῖν. εἰκότως, ἄνδρες δικασταί· τῶν μὲν γὰρ μαρτυρησάντων ἤδη τινὲς οὐ τἀληθῆ μαρτυρῆσαι ἔδοξαν· τῶν δὲ βασανισθέντων οὐδένες πώποτʼ ἐξηλέγχθησαν, ὡς οὐκ ἀληθῆ τὰ ἐκ τῆς βασάνου εἶπον. 30.38οὗτος δὲ τηλικαῦτα δίκαια φυγὼν καὶ σαφεῖς οὕτω καὶ μεγάλους ἐλέγχους παραλιπών, Ἄφοβον παρεχόμενος μάρτυρα καὶ Τιμοκράτην, τὸν μὲν ὡς ἀπέδωκε τὴν προῖκα, τὸν δʼ ὡς ἀπείληφεν, ἀξιώσει πιστεύεσθαι παρʼ ὑμῖν, ἀμάρτυρον τὴν πρὸς τούτους πρᾶξιν γεγενῆσθαι προσποιούμενος· τοσαύτην ὑμῶν εὐήθειαν κατέγνωκεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.34 Dem. 30.37 (English) >>Dem. 30.39

Powered by PhiloLogic